ΨΑΛΜΟΣ Α΄. 1.
- Mακάριος ἀνήρ, ὅς οὐκ ἐκπορεύθει ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἒστη καὶ ἐπὶ καθέδρα λοιμῶν οὐκ ἐκάθισεν.
- ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
- καὶ ἒσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὅ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται. και πάντα ὃσα ἃν ποιῇ κατευοδωθήσεται.
- οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως ἀλλ’ ἢ ὠσει χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
- διὰ τοῦτο οὐκ αναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.
- ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβὼν ἀπολεῖται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου